Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
538
στήμονι δ᾽ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι:
539
τὴν περιέσσασθαι ,
ἵνα τοι τρίχες ἀτρεμέωσι,
540
μηδ᾽ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
541
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
542
ἄρμενα δήσασθαι ,
πίλοις ἔντοσθε πυκάσσας.
543
πρωτογόνων δ᾽ ἐρίφων ,
ὁπότ᾽ ἂν κρύος ὥριον ἔλθῃ,
544
δέρματα συρράπτειν νεύρῳ βοός ,
ὄφρ᾽ ἐπὶ νώτῳ
545
ὑετοῦ ἀμφιβάλῃ ἀλέην :
κεφαλῆφι δ᾽ ὕπερθεν
546
πῖλον ἔχειν ἀσκητόν ,
ἵν᾽ οὔατα μὴ καταδεύῃ:
547
ψυχρὴ γάρ τ᾽ ἠὼς πέλεται Βορέαο πεσόντος
548
ἠώιος δ᾽ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανοῦ ἀστερόεντος
549
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις:
550
ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,
551
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
552
ἄλλοτε μέν θ᾽ ὕει ποτὶ ἕσπερον ,
ἄλλοτ᾽ ἄησι
553
πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
554
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
555
μή ποτέ σ᾽ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
556
χρῶτα δὲ μυδαλέον θήῃ κατά θ᾽ εἵματα δεύσῃ.
557
ἀλλ᾽ ὑπαλεύασθαι :
μεὶς γὰρ χαλεπώτατος οὗτος,
558
χειμέριος ,
χαλεπὸς προβάτοις ,
χαλεπὸς δ᾽ ἀνθρώποις.
559
τῆμος τὤμισυ βουσίν ,
ἐπ᾽ ἀνέρι δὲ πλέον εἴη
560
ἁρμαλιῆς :
μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
561
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
562
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα ,
εἰσόκεν αὖτις
563
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
564
εὖτ᾽ ἂν δ᾽ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
565
χειμέρι᾽ ἐκτελέσῃ Ζεὺς ἤματα ,
δή ῥα τότ᾽ ἀστὴρ
566
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
567
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.