Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δὲ μέτ᾽ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
ἐς φάος ἀνθρώποις , ἔαρος νέον ἱσταμένοιο.
570
τὴν φθάμενος οἴνας περταμνέμεν : ὣς γὰρ ἄμεινον.
ἀλλ᾽ ὁπότ᾽ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
Πληιάδας φεύγων , τότε δὴ σκάφος οὐκέτι οἰνέων:
ἀλλ᾽ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν:
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ᾽ ἠόα κοῖτον
575
ὥρῃ ἐν ἀμήτου , ὅτε τ᾽ ἠέλιος χρόα κάρφει.
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
ὄρθρου ἀνιστάμενος , ἵνα τοι βίος ἄρκιος εἴη.
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
ἠώς τοι προφέρει μὲν ὁδοῦ , προφέρει δὲ καὶ ἔργου,
580
ἠώς , ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου
ἀνθρώπους πολλοῖσί τ᾽ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
ἦμος δὲ σκόλυμός τ᾽ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ᾽ ἀοιδὴν
πυκνὸν ὑπὸ πτερύγων , θέρεος καματώδεος ὥρῃ,
585
τῆμος πιόταταί τ᾽ αἶγες καὶ οἶνος ἄριστος,
μαχλόταται δὲ γυναῖκες , ἀφαυρότατοι δέ τοι ἄνδρες
εἰσίν , ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος : ἀλλὰ τότ᾽ ἤδη
εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,
590
μάζα τ᾽ ἀμολγαίη γάλα τ᾽ αἰγῶν σβεννυμενάων,
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
πρωτογόνων τ᾽ ἐρίφων : ἐπὶ δ᾽ αἴθοπα πινέμεν οἶνον,
ἐν σκιῇ ἑζόμενον , κεκορημένον ἦτορ ἐδωδῆς,
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
595
κρήνης τ᾽ αἰενάου καὶ ἀπορρύτου , ἥτ᾽ ἀθόλωτος,
τρὶς ὕδατος προχέειν , τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
δμωσὶ δ᾽ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.