Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δινέμεν , εὖτ᾽ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,
χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
600
μέτρῳ δ᾽ εὖ κομίσασθαι ἐν ἄγγεσιν : αὐτὰρ ἐπὴν δὴ
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
θῆτά τ᾽ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
δίζησθαι κέλομαι : χαλεπὴ δ᾽ ὑπόπορτις ἔριθος:
καὶ κύνα καρχαρόδοντα κομεῖν , μὴ φείδεο σίτου,
605
μή ποτέ σ᾽ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ᾽ ἕληται.
χόρτον δ᾽ ἐσκομίσαι καὶ συρφετόν , ὄφρα τοι εἴη
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν . αὐτὰρ ἔπειτα
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
εὖτ᾽ ἂν δ᾽ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
610
οὐρανόν , Ἀρκτοῦρον δ᾽ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,
Πέρση , τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς:
δεῖξαι δ᾽ ἠελίῳ δέκα τ᾽ ἤματα καὶ δέκα νύκτας,
πέντε δὲ συσκιάσαι , ἕκτῳ δ᾽ εἰς ἄγγε᾽ ἀφύσσαι
δῶρα Διωνύσου πολυγηθέος . αὐτὰρ ἐπὴν δὴ
615
Πληιάδες θ᾽ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος
δύνωσιν , τότ᾽ ἔπειτ᾽ ἀρότου μεμνημένος εἶναι
ὡραίου : πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
εὖτ᾽ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος
620
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται:
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
γῆν ἐργάζεσθαι μεμνημένος , ὥς σε κελεύω.
νῆα δ᾽ ἐπ᾽ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
625
πάντοθεν , ὄφρ᾽ ἴσχωσ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων,
χείμαρον ἐξερύσας , ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
ὅπλα δ᾽ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.