Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο:
πηδάλιον δ᾽ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
630
αὐτὸς δ᾽ ὡραῖον μίμνειν πλόον , εἰσόκεν ἔλθῃ:
καὶ τότε νῆα θοὴν ἅλαδ᾽ ἑλκέμεν , ἐν δέ τε φόρτον
ἄρμενον ἐντύνασθαι , ἵν᾽ οἴκαδε κέρδος ἄρηαι,
ὥς περ ἐμός τε πατὴρ καὶ σός , μέγα νήπιε Πέρσῃ,
πλωίζεσκ᾽ ἐν νηυσί , βίου κεχρημένος ἐσθλοῦ:
635
ὅς ποτε καὶ τῇδ᾽ ἦλθε , πολὺν διὰ πόντον ἀνύσσας,
Κύμην Αἰολίδα προλιπών , ἐν νηὶ μελαίνῃ:
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,
ἀλλὰ κακὴν πενίην , τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν:
νάσσατο δ᾽ ἄγχ᾽ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
640
Ἄσκρῃ , χεῖμα κακῇ , θέρει ἀργαλέῃ , οὐδέ ποτ᾽ ἐσθλῇ.
τύνη δ᾽ , Πέρση , ἔργων μεμνημένος εἶναι
ὡραίων πάντων , περὶ ναυτιλίης δὲ μάλιστα.
νῆ᾽ ὀλίγην αἰνεῖν , μεγάλῃ δ᾽ ἐνὶ φορτία θέσθαι.
μείζων μὲν φόρτος , μεῖζον δ᾽ ἐπὶ κέρδεϊ κέρδος
645
ἔσσεται , εἴ κ᾽ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
εὖτ᾽ ἂν ἐπ᾽ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
650
οὐ γάρ πώ ποτε νηί γ᾽ ἐπέπλων εὐρέα πόντον,
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος , ποτ᾽ Ἀχαιοὶ
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
ἔνθα δ᾽ ἐγὼν ἐπ᾽ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
655
Χαλκίδα τ᾽ εἲς ἐπέρησα : τὰ δὲ προπεφραδμένα πολλὰ
ἄεθλ᾽ ἔθεσαν παῖδες μεγαλήτορος : ἔνθα μέ φημι
ὕμνῳ νικήσαντα φέρειν τρίποδ᾽ ὠτώεντα.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.