Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσ᾽ ἀνέθηκα,
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
660
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων:
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο:
Μοῦσαι γάρ μ᾽ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
665
ὡραῖος πέλεται θνητοῖς πλόος : οὔτε κε νῆα
καυάξαις οὔτ᾽ ἄνδρας ἀποφθείσειε θάλασσα,
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι:
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
670
τῆμος δ᾽ εὐκρινέες τ᾽ αὖραι καὶ πόντος ἀπήμων:
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
ἑλκέμεν ἐς πόντον φόρτον τ᾽ ἐς πάντα τίθεσθαι,
σπεύδειν δ᾽ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι:
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
675
καὶ χειμῶν᾽ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,
ὅστ᾽ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
πολλῷ ὀπωρινῷ , χαλεπὸν δέ τε πόντον ἔθηκεν.
ἄλλος δ᾽ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν:
ἦμος δὴ τὸ πρῶτον , ὅσον τ᾽ ἐπιβᾶσα κορώνη
680
ἴχνος ἐποίησεν , τόσσον πέταλ᾽ ἀνδρὶ φανείῃ
ἐν κράδῃ ἀκροτάτῃ , τότε δ᾽ ἄμβατός ἐστι θάλασσα:
εἰαρινὸς δ᾽ οὗτος πέλεται πλόος . οὔ μιν ἔγωγε
αἴνημ᾽ : οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν:
ἁρπακτός : χαλεπῶς κε φύγοις κακόν : ἀλλά νυ καὶ τὰ
685
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο:
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
δεινὸν δ᾽ ἐστὶ θανεῖν μετὰ κύμασιν . ἀλλά σ᾽ ἄνωγα
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.