Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν , ὡς ἀγορεύω.
μηδ᾽ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι:
690
ἀλλὰ πλέω λείπειν , τὰ δὲ μείονα φορτίζεσθαι.
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
δεινὸν δ᾽ , εἴ κ᾽ ἐπ᾽ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
ἄξονα . καυάξαις καὶ φορτία μαυρωθείη.
μέτρα φυλάσσεσθαι : καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος.
695
ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
μήτε τριηκόντων ἐτέων μάλα πόλλ᾽ ἀπολείπων
μήτ᾽ ἐπιθεὶς μάλα πολλά : γάμος δέ τοι ὥριος οὗτος:
δὲ γυνὴ τέτορ᾽ ἡβώοι , πέμπτῳ δὲ γαμοῖτο.
παρθενικὴν δὲ γαμεῖν , ὥς κ᾽ ἤθεα κεδνὰ διδάξῃς.
700
τὴν δὲ μάλιστα γαμεῖν , τις σέθεν ἐγγύθι ναίει,
πάντα μάλ᾽ ἀμφιιδών , μὴ γείτοσι χάρματα γήμῃς.
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ᾽ ἄμεινον
τῆς ἀγαθῆς , τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
δειπνολόχης : ἥτ᾽ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
705
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
εὖ δ᾽ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον:
εἰ δέ κε ποιήσῃς , μή μιν πρότερος κακὸν ἔρξῃς.
μηδὲ ψεύδεσθαι γλώσσης χάριν : εἰ δὲ σέ γ᾽ ἄρχῃ
710
τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
δὶς τόσα τίνυσθαι μεμνημένος : εἰ δὲ σέ γ᾽ αὖτις
ἡγῆτ᾽ ἐς φιλότητα , δίκην δ᾽ ἐθέλῃσι παρασχεῖν,
δέξασθαι : δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
ποιεῖται , σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
715
μηδὲ πολύξεινον μηδ᾽ ἄξεινον καλέεσθαι,
μηδὲ κακῶν ἕταρον μηδ᾽ ἐσθλῶν νεικεστῆρα.
μηδέ ποτ᾽ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.