Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
718
τέτλαθ᾽ ὀνειδίζειν ,
μακάρων δόσιν αἰὲν ἐόντων.
719
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
720
φειδωλῆς ,
πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
721
εἰ δὲ κακὸν εἴποις ,
τάχα κ᾽ αὐτὸς μεῖζον ἀκούσαις.
722
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
723
ἐκ κοινοῦ :
πλείστη δὲ χάρις ,
δαπάνη τ᾽ ὀλιγίστη.
724
μηδέ ποτ᾽ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
725
χερσὶν ἀνίπτοισιν μηδ᾽ ἄλλοις ἀθανάτοισιν:
726
οὐ γὰρ τοί γε κλύουσιν ,
ἀποπτύουσι δέ τ᾽ ἀράς.
727
μηδ᾽ ἄντ᾽ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν:
728
αὐτὰρ ἐπεί κε δύῃ ,
μεμνημένος ,
ἔς τ᾽ ἀνιόντα:
729
μήτ᾽ ἐν ὁδῷ μήτ᾽ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
730
μηδ᾽ ἀπογυμνωθείς :
μακάρων τοι νύκτες ἔασιν:
731
ἑζόμενος δ᾽ ὅ γε θεῖος ἀνήρ ,
πεπνυμένα εἰδώς,
732
ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
733
μηδ᾽ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
734
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν ,
ἀλλ᾽ ἀλέασθαι.
735
μηδ᾽ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
736
σπερμαίνειν γενεήν ,
ἀλλ᾽ ἀθανάτων ἀπὸ δαιτός.
737
μηδέ ποτ᾽ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ
738
ποσσὶ περᾶν ,
πρίν γ᾽ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
739
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
740
ὃς ποταμὸν διαβῇ κακότητ᾽ ἰδὲ χεῖρας ἄνιπτος,
741
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
742
μηδ᾽ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
743
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
744
μηδέ ποτ᾽ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
745
πινόντων :
ὀλοὴ γὰρ ἐπ᾽ αὐτῷ μοῖρα τέτυκται.
746
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
747
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.