Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μηδ᾽ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
ἔσθειν μηδὲ λόεσθαι : ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
750
μηδ᾽ ἐπ᾽ ἀκινήτοισι καθιζέμεν , οὐ γὰρ ἄμεινον,
παῖδα δυωδεκαταῖον , ὅτ᾽ ἀνέρ᾽ ἀνήνορα ποιεῖ,
μηδὲ δυωδεκάμηνον : ἴσον καὶ τοῦτο τέτυκται.
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
ἀνέρα : λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ᾽ ἐπὶ καὶ τῷ
755
ποινή . μηδ᾽ ἱεροῖσιν ἐπ᾽ αἰθομένοισι κυρήσας
μωμεύειν ἀίδηλα : θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
μηδέ ποτ᾽ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
μηδ᾽ ἐπὶ κρηνάων οὐρεῖν , μάλα δ᾽ ἐξαλέασθαι:
μηδ᾽ ἐναποψύχειν : τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
760
ὧδ᾽ ἔρδειν : δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
φήμη γάρ τε κακὴ πέλεται , κούφη μὲν ἀεῖραι
ῥεῖα μάλ᾽ , ἀργαλέη δὲ φέρειν , χαλεπὴ δ᾽ ἀποθέσθαι.
φήμη δ᾽ οὔτις πάμπαν ἀπόλλυται , ἥν τινα πολλοὶ
λαοὶ φημίξωσι : θεός νύ τίς ἐστι καὶ αὐτή.
765
Ἤματα δ᾽ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
πεφραδέμεν δμώεσσι : τριηκάδα μηνὸς ἀρίστην
ἔργα τ᾽ ἐποπτεύειν ἠδ᾽ ἁρμαλιὴν δατέασθαι.
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
εὖτ᾽ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
770
Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ:
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ:
ὀγδοάτη δ᾽ ἐνάτη τε , δύω γε μὲν ἤματα μηνὸς
ἔξοχ᾽ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι:
ἑνδεκάτη δὲ δυωδεκάτη τ᾽ , ἄμφω γε μὲν ἐσθλαί,
775
ἠμὲν ὄις πείκειν ἠδ᾽ εὔφρονα καρπὸν ἀμᾶσθαι:
δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ᾽ ἀμείνων:
τῇ γάρ τοι νῇ νήματ᾽ ἀερσιπότητος ἀράχνης
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.