Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἤματος ἐκ πλείου , ὅτε ἴδρις σωρὸν ἀμᾶται:
τῇ δ᾽ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον.
780
Μηνὸς δ᾽ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι
σπέρματος ἄρξασθαι : φυτὰ δ᾽ ἐνθρέψασθαι ἀρίστη.
ἕκτη δ᾽ μέσση μάλ᾽ ἀσύμφορός ἐστι φυτοῖσιν,
ἀνδρογόνος δ᾽ ἀγαθή : κούρῃ δ᾽ οὐ σύμφορός ἐστιν,
οὔτε γενέσθαι πρῶτ᾽ οὔτ᾽ ἂρ γάμου ἀντιβολῆσαι.
785
οὐδὲ μὲν πρώτη ἕκτη κούρῃ γε γενέσθαι
ἄρμενος , ἀλλ᾽ ἐρίφους τάμνειν καὶ πώεα μήλων
σηκόν τ᾽ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ:
ἐσθλὴ δ᾽ ἀνδρογόνος : φιλέοι δ᾽ γε κέρτομα βάζειν
ψεύδεά θ᾽ αἱμυλίους τε λόγους κρυφίους τ᾽ ὀαρισμούς.
790
μηνὸς δ᾽ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
ταμνέμεν , οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
εἰκάδι δ᾽ ἐν μεγάλῃ , πλέῳ ἤματι , ἵστορα φῶτα
γείνασθαι : μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν.
ἐσθλὴ δ᾽ ἀνδρογόνος δεκάτη , κούρῃ δέ τε τετρὰς
795
μέσση : τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
πρηΰνειν ἐπὶ χεῖρα τιθείς . πεφύλαξο δὲ θυμῷ
τετράδ᾽ ἀλεύασθαι φθίνοντός θ᾽ ἱσταμένου τε
ἄλγε᾽ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.
800
Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν
οἰωνοὺς κρίνας , οἳ ἐπ᾽ ἔργματι τούτῳ ἄριστοι.
πέμπτας δ᾽ ἐξαλέασθαι , ἐπεὶ χαλεπαί τε καὶ αἰναί:
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
Ὅρκον γεινόμενον , τὸν Ἔρις τέκε πῆμ᾽ ἐπιόρκοις.
805
Μέσσῃ δ᾽ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
εὖ μάλ᾽ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
βαλλέμεν , ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.