Works and Days, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
808
νήιά τε ξύλα πολλά ,
τά τ᾽ ἄρμενα νηυσὶ πέλονται.
809
τετράδι δ᾽ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
810
εἰνὰς δ᾽ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,
811
πρωτίστη δ᾽ εἰνὰς παναπήμων ἀνθρώποισιν:
812
ἐσθλὴ μὲν γάρ θ᾽ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι
813
ἀνέρι τ᾽ ἠδὲ γυναικί :
καὶ οὔποτε πάγκακον ἦμαρ.
814
παῦροι δ᾽ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
815
ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
816
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
817
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
818
εἰρύμεναι :
παῦροι δέ τ᾽ ἀληθέα κικλῄσκουσιν.
819
τετράδι δ᾽ οἶγε πίθον :
περὶ πάντων ἱερὸν ἦμαρ
820
μέσση :
παῦροι δ᾽ αὖτε μετ᾽ εἰκάδα μηνὸς ἀρίστην
821
ἠοῦς γιγνομένης :
ἐπὶ δείελα δ᾽ ἐστὶ χερείων.
822
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ᾽ ὄνειαρ,
823
αἱ δ᾽ ἄλλαι μετάδουποι ,
ἀκήριοι ,
οὔ τι φέρουσαι.
824
ἄλλος δ᾽ ἀλλοίην αἰνεῖ ,
παῦροι δὲ ἴσασιν.
825
ἄλλοτε μητρυιὴ πέλει ἡμέρη ,
ἄλλοτε μήτηρ.
826
τάων εὐδαίμων τε καὶ ὄλβιος ,
ὃς τάδε πάντα
827
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
828
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.