Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετ᾽ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη , θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος:
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5
εἴδεΐ τε μεγέθει τε : νόον γε μὲν οὔ τις ἔριζε
τάων , ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τ᾽ ἄπο κυανεάων
τοῖον ἄηθ᾽ οἶόν τε πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων: