Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
11
ἦ μέν οἱ πατέρ᾽ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
12
χωσάμενος περὶ βουσί :
λιπὼν δ᾽ ὅ γε πατρίδα γαῖαν
13
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
14
ἔνθ᾽ ὅ γε δώματ᾽ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου ,
οὐδέ οἱ ἦεν
16
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
17
πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
18
ἧς ἀλόχου ,
μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
19
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20
τὼς γάρ οἱ διέκειτο ,
θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἦσαν:
21
τῶν ὅ γ᾽ ὀπίζετο μῆνιν ,
ἐπείγετο δ᾽ ὅττι τάχιστα
22
ἐκτελέσαι μέγα ἔργον ,
ὅ οἱ Διόθεν θέμις ἦεν.
23
τῷ δ᾽ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
24
Βοιωτοὶ πλήξιπποι ,
ὑπὲρ σακέων πνείοντες,
25
Λοκροί τ᾽ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
26
ἕσποντ᾽ :
ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
27
κυδιόων λαοῖσι .
πατὴρ δ᾽ ἀνδρῶν τε θεῶν τε
28
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν ,
ὥς ῥα θεοῖσιν
29
ἀνδράσι τ᾽ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30
ὦρτο δ᾽ ἀπ᾽ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,