Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
32
ἐννύχιος :
τάχα δ᾽ ἷξε Τυφαόνιον :
τόθεν αὖτις
33
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
34
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα:
35
αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
36
εὐνῇ καὶ φιλότητι μίγη ,
τέλεσεν δ᾽ ἄρ᾽ ἐέλδωρ:
37
αὐτῇ δ᾽ Ἀμφιτρύων λαοσσόος ,
ἀγλαὸς ἥρως,
38
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
39
οὐδ᾽ ὅ γ᾽ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
40
ὦρτ᾽ ἰέναι ,
πρίν γ᾽ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς:
41
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
42
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
43
νούσου ὕπ᾽ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
44
ὥς ῥα τότ᾽ Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
45
ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.
46
παννύχιος δ᾽ ἄρ᾽ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
47
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
48
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
49
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
50
οὐ καθ᾽ ὁμὰ φρονέοντε :
κασιγνήτω γε μὲν ἤστην:
51
τὸν μὲν χειρότερον ,
τὸν δ᾽ αὖ μέγ᾽ ἀμείνονα φῶτα,
52
δεινόν τε κρατερόν τε ,
βίην Ἡρακληείην:
53
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
54
τὸν δ᾽ ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
55
κεκριμένην γενεήν :
τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
56
τὸν δὲ Διὶ Κρονίωνι ,
θεῶν σημάντορι πάντων.
57
ὃς καὶ Κύκνον ἔπεφνεν ,
Ἀρητιάδην μεγάθυμον.
58
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
59
αὐτὸν καὶ πατέρα ὅν Ἄρην ,
ἄατον πολέμοιο,
60
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,