Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
61
ἑσταότ᾽ ἐν δίφρῳ :
χθόνα δ᾽ ἔκτυπον ὠκέες ἵπποι
62
νύσσοντες χηλῇσι ,
κόνις δέ σφ᾽ ἀμφιδεδήει
63
κοπτομένη πλεκτοῖσιν ὑφ᾽ ἅρμασι καὶ ποσὶν ἵππων.
64
ἅρματα δ᾽ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
65
ἵππων ἱεμένων :
κεχάρητο δὲ Κύκνος ἀμύμων,
66
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
67
χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
68
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων:
69
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
70
πᾶν δ᾽ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
71
λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ:
72
πῦρ δ᾽ ὣς ὀφθαλμῶν ἀπελάμπετο .
τίς κεν ἐκείνου
73
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
74
πλήν γ᾽ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
75
κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
76
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
77
ὅς ῥα τόθ᾽ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον:
78
ἥρως ὦ Ἰόλαε ,
βροτῶν πολὺ φίλτατε πάντων,
79
ἦ τε μέγ᾽ ἀθανάτους μάκαρας ,
τοὶ Ὄλυμπον ἔχουσιν,
80
ἤλιτεν Ἀμφιτρύων ,
ὅτ᾽ ἐυστέφανον ποτὶ Θήβην
81
ἦλθε λιπὼν Τίρυνθα ,
ἐυκτίμενον πτολίεθρον,
82
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ᾽ εὐρυμετώπων:
83
ἵκετο δ᾽ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
84
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
85
ἣ δίκη ἔσθ᾽ ἱκέτῃσι ,
τίον δέ ἑ κηρόθι μᾶλλον.
86
ζῶε δ᾽ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
87
ᾗ ἀλόχῳ :
τάχα δ᾽ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
88
γεινόμεθ᾽ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
89
σός τε πατὴρ καὶ ἐγώ :
τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90
ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας