Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν , ὥς κε δύνηαι.
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα , περὶ κνήμῃσιν ἔθηκεν:
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
125
καλὸν χρύσειον πολυδαίδαλον , ὅν οἱ ἔδωκε
Παλλὰς Ἀθηναίη , κούρη Διός , ὁππότ᾽ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δ᾽ ἀμφ᾽ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
δεινὸς ἀνήρ : κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
130
καββάλετ᾽ ἐξόπιθεν : πολλοὶ δ᾽ ἔντοσθεν ὀιστοὶ
ῥιγηλοί , θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
πρόσθεν μὲν θάνατόν τ᾽ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί , περιμήκεες , αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
135
εἵλετο δ᾽ ὄβριμον ἔγχος , ἀκαχμένον αἴθοπι χαλκῷ,
κρατὶ δ᾽ ἔπ᾽ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην ἀδάμαντος , ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥτ᾽ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
χερσί γε μὴν σάκος εἷλε παναίολον , οὐδέ τις αὐτὸ
140
οὔτ᾽ ἔρρηξε βαλὼν οὔτ᾽ ἔθλασε , θαῦμα ἰδέσθαι.
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τ᾽ ἐλέφαντι
ἠλέκτρῳ θ᾽ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ
λαμπόμενον , κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
ἐν μέσσῳ δ᾽ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
145
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς:
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
δεινῶν ἀπλήτων , ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη , ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
150
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.