Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
151
τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
152
κάκκιον ,
ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
153
Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
154
ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
155
ἐν δ᾽ Ὅμαδός τε Φόβος τ᾽ Ἀνδροκτασίη τε δεδήει,
156
ἐν δ᾽ Ἔρις ,
ἐν δὲ Κυδοιμὸς ἐθύνεον ,
ἐν δ᾽ ὀλοὴ Κὴρ
157
ἄλλον ζωὸν ἔχουσα νεούτατον ,
ἄλλον ἄουτον,
158
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
159
εἷμα δ᾽ ἔχ᾽ ἄμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
160
δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
161
ἐν δ᾽ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν ,
οὔ τι φατειῶν,
162
δώδεκα ,
ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων,
163
οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν:
164
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν ,
εὖτε μάχοιτο
165
Ἀμφιτρυωνιάδης ,
τὰ δ᾽ ἐδαίετο θαυματὰ ἔργα.
166
στίγματα δ᾽ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν:
167
κυάνεοι κατὰ νῶτα ,
μελάνθησαν δὲ γένεια.
168
ἐν δὲ συῶν ἀγέλαι χλούνων :
ἔσαν ἠδὲ λεόντων
169
ἐς σφέας δερκομένων ,
κοτεόντων θ᾽ ἱεμένων τε.
170
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν :
οὐδέ νυ τώ γε
171
οὐδέτεροι τρεέτην :
φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
172
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς ,
ἀμφὶ δὲ κάπροι
173
δοιοί ,
ἀπουράμενοι ψυχάς ,
κατὰ δέ σφι κελαινὸν
174
αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽ :
οἳ δ᾽ αὐχένας ἐξεριπόντες
175
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
176
τοὶ δ᾽ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
177
ἀμφότεροι ,
χλοῦναί τε σύες χαροποί τε λέοντες.
178
ἐν δ᾽ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
179
Καινέα τ᾽ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
180
Ὁπλέα τ᾽ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε