Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Μόψον τ᾽ Ἀμπυκίδην , Τιταρήσιον , ὄζον Ἄρηος,
Θησέα τ᾽ Αἰγεΐδην , ἐπιείκελον ἀθανάτοισιν:
ἀργύρεοι , χρύσεια περὶ χροῒ τεύχε᾽ ἔχοντες.
Κένταυροι δ᾽ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
185
ἀμφὶ μέγαν Πετραῖον ἰδ᾽ Ἄσβολον οἰωνιστὴν
Ἄρκτον τ᾽ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
καὶ δύο Πευκεΐδας , Περιμήδεά τε Δρύαλόν τε,
ἀργύρεοι , χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
190
ἔγχεσιν ἠδ᾽ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
ἐν δ᾽ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
χρύσεοι , ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
αἰχμὴν ἐν χείρεσσιν ἔχων , πρυλέεσσι κελεύων,
αἵματι φοινικόεις , ὡς εἰ ζωοὺς ἐναρίζων
195
δίφρου ἐπεμβεβαώς : παρὰ δὲ Δεῖμός τε Φόβος τε
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
ἔγχος ἔχουσ᾽ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
200
αἰγίδα τ᾽ ἀμφ᾽ ὤμοις : ἐπὶ δ᾽ ᾤχετο φύλοπιν αἰνήν.
ἐν δ᾽ ἦν ἀθανάτων ἱερὸς χορός : ἐν δ᾽ ἄρα μέσσῳ
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
χρυσείῃ φόρμιγγι : [ θεῶν δ᾽ ἕδος ἁγνὸς Ὄλυμπος:
ἐν δ᾽ ἀγορή , περὶ δ᾽ ὄλβος ἀπείριτος ἐστεφάνωτο
205
ἀθανάτων ἐν ἀγῶνι :] θεαὶ δ᾽ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες , λιγὺ μελπομένῃς ἐικυῖαι.
ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
κλυζομένῳ ἴκελος : [ πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
210
δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες