Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
211
νηχομένοις ἴκελοι : ]
δοιὼ δ᾽ ἀναφυσιόωντες
212
ἀργύρεοι δελφῖνες ἐθοινῶντ᾽ ἔλλοπας ἰχθῦς.
213
τῶν δ᾽ ὕπο χάλκειοι τρέον ἰχθύες :
αὐτὰρ ἐπ᾽ ἀκταῖς
214
ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος :
εἶχε δὲ χερσὶν
215
ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
216
ἐν δ᾽ ἦν ἠυκόμου Δανάης τέκος ,
ἱππότα Περσεύς,
217
οὔτ᾽ ἄρ᾽ ἐπιψαύων σάκεος ποσὶν οὔθ᾽ ἑκὰς αὐτοῦ,
218
θαῦμα μέγα φράσσασθ᾽ ,
ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
219
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
220
χρύσεον :
ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
221
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
222
χαλκέου ἐκ τελαμῶνος :
ὃ δ᾽ ὥς τε νόημ᾽ ἐποτᾶτο:
223
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
224
Γοργοῦς :
ἀμφὶ δέ μιν κίβισις θέε ,
θαῦμα ἰδέσθαι,
225
ἀργυρέη :
θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
226
χρύσειοι :
δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
227
κεῖτ᾽ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
228
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
229
Περσεὺς Δαναΐδης ἐτιταίνετο .
ταὶ δὲ μετ᾽ αὐτὸν
230
Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
231
ἱέμεναι μαπέειν .
ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
232
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
233
ὀξέα καὶ λιγέως :
ἐπὶ δὲ ζώνῃσι δράκοντε
234
δοιὼ ἀπῃωρεῦντ᾽ ἐπικυρτώοντε κάρηνα.
235
λίχμαζον δ᾽ ἄρα τώ γε :
μένει δ᾽ ἐχάρασσον ὀδόντας
236
ἄγρια δερκομένω .
ἐπὶ δὲ δεινοῖσι καρήνοις
237
Γοργείοις ἐδονεῖτο μέγας Φόβος .
οἳ δ᾽ ὑπὲρ αὐτέων
238
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε᾽ ἔχοντες,
239
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
240
λοιγὸν ἀμύνοντες ,
τοὶ δὲ πραθέειν μεμαῶτες.