Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
241
πολλοὶ μὲν κέατο ,
πλέονες δ᾽ ἔτι δῆριν ἔχοντες
242
μάρνανθ᾽ :
αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
243
χαλκέων ὀξὺ βόων ,
κατὰ δ᾽ ἐδρύπτοντο παρειάς,
244
ζωῇσιν ἴκελαι ,
ἔργα κλυτοῦ Ἡφαίστοιο.
245
ἄνδρες δ᾽ ,
οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν,
246
ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν ,
ἂν δὲ θεοῖσι
247
χεῖρας ἔχον μακάρεσσι ,
περὶ σφετέροισι τέκεσσι
248
δειδιότες :
τοὶ δ᾽ αὖτε μάχην ἔχον .
αἳ δὲ μετ᾽ αὐτοὺς
249
Κῆρες κυάνεαι ,
λευκοὺς ἀραβεῦσαι ὀδόντας,
250
δεινωπαὶ βλοσυραί τε δαφοιναί τ᾽ ἄπληταί τε
251
δῆριν ἔχον περὶ πιπτόντων :
πᾶσαι δ᾽ ἄρ᾽ ἵεντο
252
αἷμα μέλαν πιέειν :
ὃν δὲ πρῶτον μεμάποιεν
253
κείμενον ἢ πίπτοντα νεούτατον ,
ἀμφὶ μὲν αὐτῷ
254
βάλλ᾽ ὄνυχας μεγάλους ,
ψυχὴ δ᾽ Ἄιδόσδε κατῇεν
255
Τάρταρον ἐς κρυόενθ᾽ .
αἳ δὲ φρένας εὖτ᾽ ἀρέσαντο
256
αἵματος ἀνδρομέου ,
τὸν μὲν ῥίπτασκον ὀπίσσω,
257
ἂψ δ᾽ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
258
Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν :
ἣ μὲν ὑφήσσων
259
Ἀτροπος οὔ τι πέλεν μεγάλη θεός ,
ἀλλ᾽ ἄρα ἥ γε
260
τῶν γε μὲν ἀλλάων προφερής τ᾽ ἦν πρεσβυτάτη τε.
261
πᾶσαι δ᾽ ἀμφ᾽ ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
262
δεινὰ δ᾽ ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
263
ἐν δ᾽ ὄνυχας χεῖράς τε θρασείας ἰσώσαντο.
264
πὰρ δ᾽ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
265
χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
266
γουνοπαχής ,
μακροὶ δ᾽ ὄνυχες χείρεσσιν ὑπῆσαν.
267
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον ,
ἐκ δὲ παρειῶν
268
αἷμ᾽ ἀπελείβετ᾽ ἔραζ᾽ :
ἣ δ᾽ ἄπλητον σεσαρυῖα
269
εἱστήκει ,
πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
270
δάκρυσι μυδαλέη .
παρὰ δ᾽ εὔπυργος πόλις ἀνδρῶν: