Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
271
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
272
ἑπτὰ πύλαι :
τοὶ δ᾽ ἄνδρες ἐν ἀγλαΐῃς τε χοροῖς τε
273
τέρψιν ἔχον :
τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ᾽ ἀπήνης
274
ἤγοντ᾽ ἀνδρὶ γυναῖκα ,
πολὺς δ᾽ ὑμέναιος ὀρώρει:
275
τῆλε δ᾽ ἀπ᾽ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
276
χερσὶν ἔνι δμῳῶν :
ταὶ δ᾽ ἀγλαΐῃ τεθαλυῖαι
277
πρόσθ᾽ ἔκιον :
τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
278
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
279
ἐξ ἁπαλῶν στομάτων ,
περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
280
αἳ δ᾽ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
281
ἔνθεν δ᾽ αὖθ᾽ ἑτέρωθε νέοι κώμαζον ὑπ᾽ αὐλοῦ,
282
τοί γε μὲν αὖ παίζοντες ὑπ᾽ ὀρχηθμῷ καὶ ἀοιδῇ
283
τοί γε μὲν αὖ γελόωντες ὑπ᾽ αὐλητῆρι ἕκαστος
284
πρόσθ᾽ ἔκιον :
πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
285
ἀγλαΐαι τ᾽ εἶχον .
τοὶ δ᾽ αὖ προπάροιθε πόληος
286
νῶθ᾽ ἵππων ἐπιβάντες ἐθύνεον .
οἱ δ᾽ ἀροτῆρες
287
ἤρεικον χθόνα δῖαν ,
ἐπιστολάδην δὲ χιτῶνας
288
ἐστάλατ᾽ .
αὐτὰρ ἔην βαθὺ λήιον :
οἵ γε μὲν ἤμων
289
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
290
βριθόμενα σταχύων ,
ὡς εἰ Δημήτερος ἀκτήν:
291
οἳ δ᾽ ἄρ᾽ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
292
οἳ δ᾽ ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
293
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
294
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295
βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
296
οἳ δ᾽ αὖτ᾽ ἐς ταλάρους ἐφόρευν .
παρὰ δέ σφισιν ὄρχος
297
χρύσεος ἦν ,
κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
299
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
300
βριθόμενος σταφυλῇσι :
μελάνθησάν γε μὲν αἵδε.
301
οἵ γε μὲν ἐτράπεον ,
τοὶ δ᾽ ἤρυον :
οἳ δ᾽ ἐμάχοντο