Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πύξ τε καὶ ἑλκηδόν : τοὶ δ᾽ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί , καὶ καρχαρόδοντε κύνε πρό,
ἱέμενοι μαπέειν , οἳ δ᾽ ἱέμενοι ὑπαλύξαι.
305
πὰρ δ᾽ αὐτοῖς ἱππῆες ἔχον πόνον , ἀμφὶ δ᾽ ἀέθλῳ
δῆριν ἔχον καὶ μόχθον . ἐυπλεκέων δ᾽ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες , τὰ δ᾽ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντ᾽ , ἐπὶ δὲ πλῆμναι μέγ᾽ ἀύτευν.
310
οἳ μὲν ἄρ᾽ ἀίδιον εἶχον πόνον οὐδέ ποτέ σφιν
νίκη ἐπηνύσθη , ἀλλ᾽ ἄκριτον εἶχον ἄεθλον.
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος , κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
ἀμφὶ δ᾽ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
315
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον , οἳ δὲ κατ᾽ αὐτὸν
κύκνοι ἀερσιπόται μεγάλ᾽ ἤπυον , οἵ ῥά τε πολλοὶ
νῆχον ἐπ᾽ ἄκρον ὕδωρ : παρὰ δ᾽ ἰχθύες ἐκλονέοντο.
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ , οὗ διὰ βουλὰς
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
320
ἀρσάμενος παλάμῃσι . τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
πάλλεν ἐπικρατέως : ἐπὶ δ᾽ ἱππείου θόρε δίφρου,
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς : τῷ δ᾽ ἡνίοχος κρατερὸς Ἰόλαος
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
325
ἀγχίμολον δέ σφ᾽ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα:
χαίρετε , Λυγκῆος γενεὴ τηλεκλειτοῖο:
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
Κύκνον τ᾽ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
330
ἄλλο δὲ τοί τι ἔπος ἐρέω , μέγα φέρτατε λαῶν:
εὖτ᾽ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,