Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν μὲν ἔπειτ᾽ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
335
ὀφθαλμοῖσιν ἴδῃς , ἔνθ᾽ οὐτάμεν ὀξέι χαλκῷ:
ἂψ δ᾽ ἀναχάσσασθαι : ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
οὔθ᾽ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
ὣς εἰποῦσ᾽ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
340
ἐσσυμένως . τότε δή ῥα διόγνητος Ἰόλαος
σμερδαλέον ἵπποισιν ἐκέκλετο : τοὶ δ᾽ ὑπ᾽ ὀμοκλῆς
ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
αἰγίδ᾽ ἀνασσείσασα : περιστονάχησε δὲ γαῖα.
345
τοὶ δ᾽ ἄμυδις προγένοντ᾽ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
Κύκνος θ᾽ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
τῶν ἵπποι μὲν ἔπειθ᾽ ὑπεναντίοι ἀλλήλοισιν
ὀξεῖα χρέμισαν , περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη:
350
κύκνε πέπον , τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
ἀνδράσιν , οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
εἶκε παρὲξ ἰέναι . Τρηχῖνα δέ τοι παρελαύνω
ἐς Κήυκα ἄνακτα : γὰρ δυνάμι τε καὶ αἰδοῖ
355
Τρηχῖνος προβέβηκε , σὺ δ᾽ εὖ μάλα οἶσθα καὶ αὐτός:
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
πέπον , οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
ἀρκέσει , εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
ἤδη μέν τέ φημι καὶ ἄλλοτε πειρηθῆναι
360
ἔγχεος ἡμετέρου , ὅθ᾽ ὑπὲρ Πύλου ἠμαθόεντος
ἀντίος ἔστη ἐμεῖο , μάχης ἄμοτον μενεαίνων.