Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
οὐταμένου σάκεος , τὸ δὲ τέτρατον ἤλασα μηρὸν
παντὶ μένει σπεύδων , διὰ δὲ μέγα σαρκὸς ἄραξα.
365
πρηνὴς δ᾽ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
χερσὶν ὕφ᾽ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
ὣς ἔφατ᾽ : οὐδ᾽ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
370
δὴ τότ᾽ ἀπ᾽ εὐπλεκέων δίφρων θόρον αἶψ᾽ ἐπὶ γαῖαν
παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
ἡνίοχοι δ᾽ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους:
τῶν δ᾽ ὕπο σευομένων κανάχιζε πόσ᾽ εὐρεῖα χθών.
ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
375
πέτραι ἀποθρῴσκωσιν , ἐπ᾽ ἀλλήλῃς δὲ πέσωσι,
πολλαὶ δὲ δρῦς ὑψίκομοι , πολλαὶ δὲ τε πεῦκαι
αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπ᾽ αὐτέων
ῥίμφα κυλινδομένων , εἵως πεδίονδ᾽ ἀφίκωνται,
ὣς οἳ ἐπ᾽ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
380
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τ᾽ Ἰαωλκὸς
Ἄρνη τ᾽ ἠδ᾽ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
φωνῇ ὕπ᾽ ἀμφοτέρων μεγάλ᾽ ἴαχον : οἳ δ᾽ ἀλαλητῷ
θεσπεσίῳ σύνισαν : μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς.
κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
385
σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
οἷος δ᾽ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
ἀνδράσι θηρευτῇς , θήγει δέ τε λευκὸν ὀδόντα
δοχμωθείς , ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
390
λείβεται , ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
ὀρθὰς δ᾽ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν: