Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῷ ἴκελος Διὸς υἱὸς ἀφ᾽ ἱππείου θόρε δίφρου.
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
395
ἄρχεται , τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν
ἴδει ἐν αἰνοτάτῳ , ὅτε τε χρόα Σείριος ἄζει,
τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
τούς τε θέρει σπείρουσιν , ὅτ᾽ ὄμφακες αἰόλλονται,
400
οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος:
τὴν ὥρην μάρναντο , πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
δεινὴ δέ σφ᾽ ἰαχὴ ἄραβός θ᾽ ἅμα γίγνετ᾽ ὀδόντων:
405
οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες , ἀγκυλοχεῖλαι,
πέτρῃ ἔφ᾽ ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
αἰγὸς ὀρεσσινόμου ἀγροτέρης ἐλάφοιο
πίονος , ἥν τ᾽ ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς , αὐτὸς δ᾽ ἀπαλήσεται ἄλλῃ
410
χώρου ἄιδρις ἐών : οἳ δ᾽ ὀτραλέως ἐνόησαν,
ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο:
ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
ἔνθ᾽ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
415
οὐδ᾽ ἔρρηξεν χαλκόν : ἔρυτο δὲ δῶρα θεοῖο.
Ἀμφιτρυωνιάδης δέ , βίη Ἡρακληείη,
μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
ἤλασ᾽ ἐπικρατέως : ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε
420
ἀνδροφόνος μελίη : μέγα γὰρ σθένος ἔμπεσε φωτός.
ἤριπε δ᾽ , ὡς ὅτε τις δρῦς ἤριπεν ὅτε πεύκη