Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
422
ἠλίβατος ,
πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ:
423
ὣς ἔριπ᾽ :
ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
424
τὸν μὲν ἔπειτ᾽ εἴασε Διὸς ταλακάρδιος υἱός,
425
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
426
δεινὸν ὁρῶν ὄσσοισι ,
λέων ὣς σώματι κύρσας,
427
ὅς τε μάλ᾽ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
428
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα:
429
ἐμ μένεος δ᾽ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ:
430
γλαυκιόων δ᾽ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
431
οὐρῇ μαστιόων ποσσὶν γλάφει ,
οὐδέ τις αὐτὸν
432
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι:
433
τοῖος ἄρ᾽ Ἀμφιτρυωνιάδης ,
ἀκόρητος ἀυτῆς,
434
ἀντίος ἔστη Ἄρηος ,
ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435
ἐσσυμένως :
ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ:
436
ἀμφότεροι δ᾽ ἰάχοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
437
ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
438
μακρὰ δ᾽ ἐπιθρῴσκουσα κυλίνδεται ,
ἣ δέ τε ἠχῇ
439
ἔρχεται ἐμμεμαυῖα ,
πάγος δέ οἱ ἀντεβόλησεν
440
ὑψηλός :
τῷ δὴ συνενείκεται ,
ἔνθα μιν ἴσχει:
441
τόσσῃ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
442
κεκληγὼς ἐπόρουσεν :
ὃ δ᾽ ἐμμαπέως ὑπέδεκτο.
443
αὐτὰρ Ἀθηναίη ,
κούρη Διὸς αἰγιόχοιο,
444
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ᾽ ἔχουσα:
445
δεινὰ δ᾽ ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα:
446
Ἆρες ,
ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους:
447
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
448
Ἡρακλέα κτείναντα ,
Διὸς θρασυκάρδιον υἱόν:
449
ἀλλ᾽ ἄγε παῦε μάχην ,
μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο.
450
ὣς ἔφατ᾽ :
ἀλλ᾽ οὐ πεῖθ᾽ Ἄρεος μεγαλήτορα θυμόν,
451
ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελά τ᾽ ἔγχεα πάλλων