Shield of Heracles, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
κακτάμεναι μεμαώς : καί ῥ᾽ ἔμβαλε χάλκεον ἔγχος,
σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
455
ἐν σάκεϊ μεγάλῳ . ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
ἔγχεος ὁρμὴν ἔτραπ᾽ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δ᾽ Ἄρην ἄχος εἷλε : ἐρυσσάμενος δ᾽ ἄορ ὀξὺ
ἔσσυτ᾽ ἐφ᾽ Ἡρακλέα κρατερόφρονα : τὸν δ᾽ ἐπιόντα
Ἀμφιτρυωνιάδης , δεινῆς ἀκόρητος ἀυτῆς,
460
μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
οὔτασ᾽ ἐπικρατέως : διὰ δὲ μέγα σαρκὸς ἄραξε
δούρατι νωμήσας , ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψ᾽ ἐγγύς , καὶ ἀπὸ χθονὸς εὐρυοδείης
465
ἐς δίφρον θῆκαν πολυδαίδαλον : αἶψα δ᾽ ἔπειτα
ἵππους μαστιέτην : ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δ᾽ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπ᾽ ὤμων τεύχεα καλὰ
νίσσοντ᾽ : αἶψα δ᾽ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
470
ἵπποις ὠκυπόδεσσιν . ἀτὰρ γλαυκῶπις Ἀθήνη
ἐξίκετ᾽ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
κύκνον δ᾽ αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥ᾽ ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
Ἄνθην Μυρμιδόνων τε πόλιν κλειτήν τ᾽ Ἰαωλκὸν
475
Ἄρνην τ᾽ ἠδ᾽ Ἑλίκην : πολλὸς δ᾽ ἠγείρετο λαός,
τιμῶντες Κήυκα , φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμ᾽ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων : τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξ᾽ , ὅτι ῥα κλειτὰς ἑκατόμβας
480
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.