Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
535
γενοῦ πολυμνάστωρ ,
ἔφαπτορ Ἰοῦς:
536
Δῖαί τοι γένος εὐχόμεθ᾽ εἶναι
537
γᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι.
Χορός
538
παλαιὸν ,
δ᾽ εἰς ἴχνος μετέσταν
539
ματέρος ἀνθονόμους ἐπωπάς,
540
λειμῶνα βούχιλον ,
ἔνθεν Ἰὼ
541
οἴστρῳ ἐρεθομένα
542
φεύγει ἁμαρτίνοος,
543
πολλὰ βροτῶν διαμειβομένα
544
φῦλα ,
διχῇ δ᾽ ἀντίπορον
545
γαῖαν ἐν αἴσᾳ διατέμ-
546
νουσα πόρον κυματίαν ὁρίζει:
Χορός
547
ἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας
548
μηλοβότου Φρυγίας διαμπάξ.
549
περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
550
Λύδιά τε γύαλα,
551
καὶ δι᾽ ὀρῶν Κιλίκων
552
Παμφύλων τε [
γένη ]
διορνυμένα
553
καί ποταμοὺς ἀενάους
554
καὶ βαθύπλουτον χθόνα καὶ
555
τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
Χορός
556
ἱκνεῖται δὴ σινουμένα βέλει
557
βουκόλου πτερόεντος
558
Δῖον πάμβοτον ἄλσος,
559
λειμῶνα χιονόβοσκον ,
ὅντ᾽ ἐπέρχεται
560
Τυφῶ μένος,
561
ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
562
μαινομένα πόνοις ἀτί-
563
μοις ὀδύναις τε κεντροδα-
564
λήτισι ,
θυιὰς Ἥρας.