Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
565
βροτοὶ δ᾽ , οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι
χλωρῷ δείματι θυμὸν
πάλλοντ᾽ ὄψιν ἀήθη,
βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
τὰν μὲν βοός,
570
τὰν δ᾽ αὖ γυναικός : τέρας δ᾽ ἐθάμβουν.
καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
ξας πολύπλαγκτον ἀθλίαν
οἰστροδόνητον Ἰώ;
Χορός
δι᾽ αἰῶνος κρέων ἀπαύστου
575
Ζεὺς...
Διὸς δ᾽ ἀπημάντῳ σθένει
καὶ θείαις ἐπιπνοίαις
παύεται , δακρύων δ᾽ ἀπο-
στάζει πένθιμον αἰδῶ.
580
λαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ
γείνατο παῖδ᾽ ἀμεμφῆ,
Χορός
δι᾽ αἰῶνος μακροῦ πάνολβον:
ἔνθεν πᾶσα βοᾷ χθών,
“ φυσιζόου γένος τόδε
585
Ζηνός ἐστιν ἀληθῶς:
τίς γὰρ ἂν κατέπαυσεν Ἥ-
ρας νόσους ἐπιβούλους;”
Διὸς τόδ᾽ ἔργον καὶ τόδ᾽ ἂν γένος λέγων
ἐξ Ἐπάφου κυρήσαις.
Χορός
590
τίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν
κεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;
<αὐτὸς ὁ> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ
γένους παλαιόφρων μέγας
τέκτων , τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.