Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
595
ὑπ᾽ ἀρχᾶς δ᾽ οὔ τινος θοάζων
τὸ μεῖον κρεισσόνων κρατύνει.
οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη.
πάρεστι δ᾽ ἔργον ὡς ἔπος
σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.

Δαναός
600
θαρσεῖτε παῖδες . εὖ τὰ τῶν ἐγχωρίων:
δήμου δέδοκται παντελῆ ψηφίσματα.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
χαῖρε πρέσβυ , φίλτατ᾽ ἀγγέλλων ἐμοί
ἔνισπε δ᾽ ἡμῖν ποῖ κεκύρωται τέλος,
δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Δαναός
605
ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως,
ἀλλ᾽ ὥστ᾽ ἀνηβῆσαί με γηραιᾷ φρενί:
πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον:
ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους
610
κἀρρυσιάστους ξύν τ᾽ ἀσυλίᾳ βροτῶν:
καὶ μήτ᾽ ἐνοίκων μήτ᾽ ἐπηλύδων τινὰ
ἄγειν : ἐὰν δὲ προστιθῇ τὸ καρτερόν,
τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ.
615
τοιάνδ᾽ ἔπειθεν ῥῆσιν ἀμφ᾽ ἡμῶν λέγων
ἄναξ Πελασγῶν , ἱκεσίου Ζηνὸς κότον
μέγαν προφωνῶν μήποτ᾽ εἰσόπιν χρόνου
πόλιν παχῦναι , ξενικὸν ἀστικόν θ᾽ ἅμα
λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
620
ἀμήχανον βόσκημα πημονῆς πέλειν.
τοιαῦτ᾽ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
ἔκραν᾽ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
δημηγόρους δ᾽ ἤκουσεν εὐπιθὴς στροφὰς
δῆμος Πελασγῶν : Ζεὺς δ᾽ ἐπέκρανεν τέλος