Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Μήτιδος οἰκτρᾶς ἀλόχου,
κιρκηλάτου τ᾽ ἀηδόνος,
Χορός
ἅτ᾽ ἀπὸ χλωρῶν πετάλων ἐργομένα
πενθεῖ μὲν οἶκτον ἠθέων:
65
ξυντίθησι δὲ παιδὸς μόρον , ὡς αὐτοφόνως
ὤλετο πρὸς χειρὸς ἕθεν
δυσμάτορος κότου τυχών:
Χορός
τὼς καὶ ἐγὼ φιλόδυρ-
τος Ἰαονίοισι νόμοισι
70
δάπτω τὰν ἁπαλὰν
Νειλοθερῆ παρειὰν
ἀπειρόδακρύν τε καρδίαν.
γοεδνὰ δ᾽ ἀνθεμίζομαι
δειμαίνουσα φίλους , τᾶσδε φυγᾶς
75
ἀερίας ἀπὸ γᾶς
εἴ τις ἐστὶ κηδεμών.
Χορός
ἀλλά , θεοὶ γενέται
κλύετ᾽ εὖ τὸ δίκαιον ἰδόντες:
ἥβᾳ μὴ τέλεον
80
δόντες ἔχειν παρ᾽ αἶσαν,
ὕβριν δ᾽ ἑτοίμως στυγοῦντες,
πέλοιτ᾽ ἂν ἔνδικοι γάμοις.
ἔστι δὲ κἀκ πολέμου τειρομένοις
βωμὸς ἀρῆς φυγάσιν
85
ῥῦμα , δαιμόνων σέβας.
Χορός
εὖ δ᾽ εἴη Διόθεν παναληθῶς.
Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
παντᾷ τοι φλεγέθει
κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
90
μερόπεσσι λαοῖς.