Suppliant Women, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πίπτει δ᾽ ἀσφαλὲς οὐδ᾽ ἐπὶ νώτῳ,
κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.
δαυλοὶ γὰρ πραπίδων
δάσκιοί τε τείνουσιν πόροι
95
κατιδεῖν ἄφραστοι.
Χορός
ἰάπτει δ᾽ ἐλπίδων
ἀφ᾽ ὑψιπύργων πανώλεις
βροτούς , βίαν δ᾽
οὔτιν᾽ ἐξοπλίζει:
100
πᾶν ἄπονον δαιμονίων.
ἥμενος ὃν φρόνημά πως
αὐτόθεν ἐξέπραξεν ἔμπας
ἑδράνων ἐφ᾽ ἁγνῶν.
Χορός
ἰδέσθω δ᾽ εἰς ὕβριν
105
βρότειον , οἵα νεάζει
πυθμὴν δι᾽ -
μὸν γάμον τεθαλὼς
δυσπαραβούλοισι φρεσίν,
καὶ διάνοιαν μαινόλιν
110
κέντρον ἔχων ἄφυκτον , ἄταν δ᾽
ἀπάτᾳ μεταγνούς.
Χορός
τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
λιγέα βαρέα δακρυοπετῆ,
ἰὴ ἰή,
115
ἰηλέμοισιν ἐμπρεπῆ : [ θρεομένη μέλη]
ζῶσα γόοις με τιμῶ.
Χορός
ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
καρβᾶνα δ᾽ αὐδὰν
εὖ , γᾶ , κοννεῖς.
120
πολλάκι δ᾽ ἐμπίτνω ξὺν λακίδι