Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Τάδε μὲν Περσῶν τῶν οἰχομένων
Ἑλλάδ᾽ ἐς αἶαν πιστὰ καλεῖται,
καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
ἑδράνων φύλακες , κατὰ πρεσβείαν
5
οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
Δαρειογενὴς
εἵλετο χώρας ἐφορεύειν.
ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
καὶ πολυχρύσου στρατιᾶς ἤδη
10
κακόμαντις ἄγαν ὀρσολοπεῖται
θυμὸς ἔσωθεν.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
ᾤχωκε , νέον δ᾽ ἄνδρα βαΰζει,
κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
15
ἄστυ τὸ Περσῶν ἀφικνεῖται:
οἵτε τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
προλιπόντες ἔβαν , τοὶ μὲν ἐφ᾽ ἵππων.
τοὶ δ᾽ ἐπὶ ναῶν , πεζοί τε βάδην
20
πολέμου στῖφος παρέχοντες:
οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης
καὶ Μεγαβάτης ἠδ᾽ Ἀστάσπης,
ταγοὶ Περσῶν,
βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25
σοῦνται , στρατιᾶς πολλῆς ἔφοροι,
τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,
φοβεροὶ μὲν ἰδεῖν , δεινοὶ δὲ μάχην
ψυχῆς εὐτλήμονι δόξῃ:
Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης
30
καὶ Μασίστρης , τε τοξοδάμας