Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐσθλὸς Ἰμαῖος , Φαρανδάκης θ᾽,
ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
ἄλλους δ᾽ μέγας καὶ πολυθρέμμων
Νεῖλος ἔπεμψεν : Σουσισκάνης,
35
Πηγασταγὼν Αἰγυπτογενής,
τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
μέγας Ἀρσάμης , τάς τ᾽ ὠγυγίους
Θήβας ἐφέπων Ἀριόμαρδος,
καὶ ἑλειοβάται ναῶν ἐρέται
40
δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.
ἁβροδιαίτων δ᾽ ἕπεται Λυδῶν
ὄχλος , οἵ τ᾽ ἐπίπαν ἠπειρογενὲς
κατέχουσιν ἔθνος , τοὺς Μητρογαθὴς
Ἀρκτεύς τ᾽ ἀγαθός , βασιλῆς δίοποι,
45
καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
δίρρυμά τε καὶ τρίρρυμα τέλη,
φοβερὰν ὄψιν προσιδέσθαι.
στεῦται δ᾽ ἱεροῦ Τμώλου πελάται
50
ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
Μάρδων , Θάρυβις , λόγχης ἄκμονες,
καὶ ἀκοντισταὶ Μυσοί : Βαβυλὼν δ᾽
πολύχρυσος πάμμικτον ὄχλον
πέμπει σύρδην , ναῶν τ᾽ ἐπόχους
55
καὶ τοξουλκῷ λήματι πιστούς:
τὸ μαχαιροφόρον τ᾽ ἔθνος ἐκ πάσης
Ἀσίας ἕπεται
δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
τοιόνδ᾽ ἄνθος Περσίδος αἴας
60
οἴχεται ἀνδρῶν,
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.