Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
152
βασίλεια δ᾽ ἐμή :
προσπίτνω:
153
καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
154
πάντας μύθοισι προσαυδᾶν.
Χορός
155
ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
156
μῆτερ ἡ Ξέρξου γεραιά ,
χαῖρε ,
Δαρείου γύναι:
157
θεοῦ μὲν εὐνάτειρα Περσῶν ,
θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
158
εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
Ἄτοσσα
159
ταῦτα δὴ λιποῦσ᾽ ἱκάνω χρυσεοστόλμους δόμους
160
καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
161
κἀμὲ καρδίαν ἀμύσσει φροντίς :
ἐς δ᾽ ὑμᾶς ἐρῶ
162
μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ᾽ ἀδείμαντος ,
φίλοι,
163
μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
164
ὄλβον ,
ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.
165
ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,
166
μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
167
μήτ᾽ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
168
ἔστι γὰρ πλοῦτός γ᾽ ἀμεμφής ,
ἀμφὶ δ᾽ ὀφθαλμῷ φόβος:
169
ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
170
πρὸς τάδ᾽ ὡς οὕτως ἐχόντων τῶνδε ,
σύμβουλοι λόγου
171
τοῦδέ μοι γένεσθε ,
Πέρσαι ,
γηραλέα πιστώματα:
172
πάντα γὰρ τὰ κέδν᾽ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
Χορός
173
εὖ τόδ᾽ ἴσθι ,
γῆς ἄνασσα τῆσδε ,
μή σε δὶς φράσαι
174
μήτ᾽ ἔπος μήτ᾽ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ:
175
εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
Ἄτοσσα
176
πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
177
ξύνειμ᾽ ,
ἀφ᾽ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
178
Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων:
179
ἀλλ᾽ οὔτι πω τοιόνδ᾽ ἐναργὲς εἰδόμην
180
ὡς τῆς πάροιθεν εὐφρόνης :
λέξω δέ σοι.
181
ἐδοξάτην μοι δύο γυναῖκ᾽ εὐείμονε,