Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
δ᾽ αὖτε Δωρικοῖσιν , εἰς ὄψιν μολεῖν,
μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
185
κάλλει τ᾽ ἀμώμω , καὶ κασιγνήτα γένους
ταὐτοῦ : πάτραν δ᾽ ἔναιον μὲν Ἑλλάδα
κλήρῳ λαχοῦσα γαῖαν , δὲ βάρβαρον.
τούτω στάσιν τιν᾽ , ὡς ἐγὼ ᾽δόκουν ὁρᾶν,
τεύχειν ἐν ἀλλήλαισι : παῖς δ᾽ ἐμὸς μαθὼν
190
κατεῖχε κἀπράυνεν , ἅρμασιν δ᾽ ὕπο
ζεύγνυσιν αὐτὼ καὶ λέπαδν᾽ ἐπ᾽ αὐχένων
τίθησι . χἠ μὲν τῇδ᾽ ἐπυργοῦτο στολῇ
ἐν ἡνίαισί τ᾽ εἶχεν εὔαρκτον στόμα,
δ᾽ ἐσφάδαζε , καὶ χεροῖν ἔντη δίφρου
195
διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
πίπτει δ᾽ ἐμὸς παῖς , καὶ πατὴρ παρίσταται
Δαρεῖος οἰκτείρων σφε : τὸν δ᾽ ὅπως ὁρᾷ
Ξέρξης , πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
200
καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
ἐπεὶ δ᾽ ἀνέστην καὶ χεροῖν καλλιρρόου
ἔψαυσα πηγῆς , σὺν θυηπόλῳ χερὶ
βωμὸν προσέστην , ἀποτρόποισι δαίμοσιν
θέλουσα θῦσαι πέλανον , ὧν τέλη τάδε.
205
ὁρῶ δὲ φεύγοντ᾽ αἰετὸν πρὸς ἐσχάραν
Φοίβου : φόβῳ δ᾽ ἄφθογγος ἐστάθην , φίλοι:
μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
τίλλονθ᾽ : δ᾽ οὐδὲν ἄλλο γ᾽ πτήξας δέμας
210
παρεῖχε . ταῦτ᾽ ἔμοιγε δείματ᾽ εἰσιδεῖν,
ὑμῖν δ᾽ ἀκούειν . εὖ γὰρ ἴστε , παῖς ἐμὸς
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.