Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305
πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο:
Τενάγων τ᾽ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος , Ἀρσάμης τε κἈργήστης τρίτος,
οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
310
δινούμενοι ᾽κύρισσον ἰσχυρὰν χθόνα:
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Ἀρκτεύς , Ἀδεύης , καὶ φερεσσάκης τρίτος
Φαρνοῦχος , οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315
ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ᾽ , ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
καὶ Μᾶγος Ἄραβος , Ἀρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς , ἐκεῖ κατέφθιτο.
320
Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν , τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
πένθος παρασχών , Σεισάμης θ᾽ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός , γένος Λυρναῖος , εὐειδὴς ἀνήρ,
325
κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς:
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος , εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
330
πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄτοσσα
αἰαῖ , κακῶν ὕψιστα δὴ κλύω τάδε,