Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
ἀτὰρ φράσον μοι τοῦτ᾽ ἀναστρέψας πάλιν:
πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
335
ὥστ᾽ ἀξιῶσαι Περσικῷ στρατεύματι
μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄγγελος
πλήθους μὲν ἂν σάφ᾽ ἴσθ᾽ ἕκατι βάρβαρον
ναυσὶν κρατῆσαι . καὶ γὰρ Ἕλλησιν μὲν ἦν
πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
340
ναῶν , δεκὰς δ᾽ ἦν τῶνδε χωρὶς ἔκκριτος:
Ξέρξῃ δέ , καὶ γὰρ οἶδα , χιλιὰς μὲν ἦν
ὧν ἦγε πλῆθος , αἱ δ᾽ ὑπέρκοποι τάχει
ἑκατὸν δὶς ἦσαν ἑπτά θ᾽ : ὧδ᾽ ἔχει λόγος.
μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ;
345
ἀλλ᾽ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ.
θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄτοσσα
ἔτ᾽ ἆρ᾽ Ἀθηνῶν ἔστ᾽ ἀπόρθητος πόλις;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄγγελος
ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄτοσσα
350
ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν , φράσον:
τίνες κατῆρξαν , πότερον Ἕλληνες , μάχης,
παῖς ἐμός , πλήθει καταυχήσας νεῶν;
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Ἄγγελος
ἦρξεν μέν , δέσποινα , τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ κακὸς δαίμων ποθέν.
355
ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ
ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας,
Ἕλληνες οὐ μενοῖεν , ἀλλὰ σέλμασιν
ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε
360
δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο.
δ᾽ εὐθὺς ὡς ἤκουσεν , οὐ ξυνεὶς δόλον