Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
εὖτ᾽ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
365
λήξῃ , κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν
ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ:
ὡς εἰ μόρον φευξοίαθ᾽ Ἕλληνες κακόν,
370
ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
τοσαῦτ᾽ ἔλεξε κάρθ᾽ ὑπ᾽ εὐθύμου φρενός:
οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
οἱ δ᾽ οὐκ ἀκόσμως , ἀλλὰ πειθάρχῳ φρενὶ
375
δεῖπνόν τ᾽ ἐπορσύνοντο , ναυβάτης τ᾽ ἀνὴρ
τροποῦτο κώπην σκαλμὸν ἀμφ᾽ εὐήρετμον.
ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
καὶ νὺξ ἐπῄει , πᾶς ἀνὴρ κώπης ἄναξ
ἐς ναῦν ἐχώρει πᾶς θ᾽ ὅπλων ἐπιστάτης:
380
τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς:
πλέουσι δ᾽ ὡς ἕκαστος ἦν τεταγμένος,
καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
καὶ νὺξ ἐχώρει , κοὐ μάλ᾽ Ἑλλήνων στρατὸς
385
κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο:
ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
μολπηδὸν ηὐφήμησεν , ὄρθιον δ᾽ ἅμα
390
ἀντηλάλαξε νησιώτιδος πέτρας
ἠχώ : φόβος δὲ πᾶσι βαρβάροις παρῆν