Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
392
γνώμης ἀποσφαλεῖσιν :
οὐ γὰρ ὡς φυγῇ
393
παιᾶν᾽ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
394
ἀλλ᾽ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει:
395
σάλπιγξ δ᾽ ἀϋτῇ πάντ᾽ ἐκεῖν᾽ ἐπέφλεγεν.
396
εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
397
ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
398
θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
399
τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
400
ἡγεῖτο κόσμῳ ,
δεύτερον δ᾽ ὁ πᾶς στόλος
401
ἐπεξεχώρει ,
καὶ παρῆν ὁμοῦ κλύειν
402
πολλὴν βοήν , “
ὦ
παῖδες
Ἑλλήνων
ἴτε,
403
ἐλευθεροῦτε πατρίδ᾽ ,
ἐλευθεροῦτε δὲ
404
παῖδας ,
γυναῖκας ,
θεῶν τέ πατρῴων ἕδη,
405
θήκας τε προγόνων :
νῦν ὑπὲρ πάντων ἀγών.”
406
καὶ μὴν παρ᾽ ἡμῶν Περσίδος γλώσσης ῥόθος
407
ὑπηντίαζε ,
κοὐκέτ᾽ ἦν μέλλειν ἀκμή.
408
εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
409
ἔπαισεν :
ἦρξε δ᾽ ἐμβολῆς Ἑλληνικὴ
410
ναῦς ,
κἀποθραύει πάντα Φοινίσσης νεὼς
411
κόρυμβ᾽ ,
ἐπ᾽ ἄλλην δ᾽ ἄλλος ηὔθυνεν δόρυ.
412
τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
413
ἀντεῖχεν :
ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
414
ἤθροιστ᾽ ἀρωγὴ δ᾽ οὔτις ἀλλήλοις παρῆν,
415
αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
416
παίοντ᾽ ,
ἔθραυον πάντα κωπήρη στόλον,
417
Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
418
κύκλῳ πέριξ ἔθεινον ,
ὑπτιοῦτο δὲ
419
σκάφη νεῶν ,
θάλασσα δ᾽ οὐκέτ᾽ ἦν ἰδεῖν,
420
ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
421
ἀκταὶ δὲ νεκρῶν χοιράδες τ᾽ ἐπλήθυον,
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.