Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
στρατὸς δ᾽ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
διώλλυθ᾽ , οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
δίψῃ πονοῦντες , οἱ δ᾽ ὑπ᾽ ἄσθματος κενοὶ
485
διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
καὶ Δωρίδ᾽ αἶαν , Μηλιᾶ τε κόλπον , οὗ
Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ:
κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490
βορᾶς ἐδέξαντ᾽ : ἔνθα δὴ πλεῖστοι ᾽θάνον
δίψῃ τε λιμῷ τ᾽ : ἀμφότερα γὰρ ἦν τάδε.
Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
χώραν ἀφικόμεσθ᾽ , ἐπ᾽ Ἀξίου πόρον,
Βόλβης θ᾽ ἕλειον δόνακα , Πάγγαιόν τ᾽ ὄρος,
495
Ἠδωνίδ᾽ αἶαν : νυκτὶ δ᾽ ἐν ταύτῃ θεὸς
χειμῶν᾽ ἄωρον ὦρσε , πήγνυσιν δὲ πᾶν
ῥέεθρον ἁγνοῦ Στρυμόνος . θεοὺς δέ τις
τὸ πρὶν νομίζων οὐδαμοῦ τότ᾽ ηὔχετο
λιταῖσι , γαῖαν οὐρανόν τε προσκυνῶν.
500
ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
στρατός , περᾷ κρυσταλλοπῆγα διὰ πόρον:
χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
ἀκτῖνας ὡρμήθη , σεσωσμένος κυρεῖ.
φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
505
μέσον πόρον διῆκε , θερμαίνων φλογί.
πῖπτον δ᾽ ἐπ᾽ ἀλλήλοισιν : ηὐτύχει δέ τοι
ὅστις τάχιστα πνεῦμ᾽ ἀπέρρηξεν βίου.
ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
510
ἥκουσιν ἐκφυγόντες , οὐ πολλοί τινες,
ἐφ᾽ ἑστιοῦχον γαῖαν : ὡς στένειν πόλιν
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.