Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Περσῶν , ποθοῦσαν φιλτάτην ἥβην χθονός.
ταῦτ᾽ ἔστ᾽ ἀληθῆ : πολλὰ δ᾽ ἐκλείπω λέγων
κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
Χορός
515
ὦ δυσπόνητε δαῖμον , ὡς ἄγαν βαρὺς
ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
Ἄτοσσα
οἲ ᾽γὼ τάλαινα διαπεπραγμένου στρατοῦ:
ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
520
ὑμεῖς δὲ φαύλως αὔτ᾽ ἄγαν ἐκρίνατε.
ὅμως δ᾽ , ἐπειδὴ τῇδ᾽ ἐκύρωσεν φάτις
ὑμῶν , θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω:
ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα
ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—
525
ἐπίσταμαι μὲν ὡς ἐπ᾽ ἐξειργασμένοις,
ἀλλ᾽ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
ὑμᾶς δὲ χρὴ ᾽πὶ τοῖσδε τοῖς πεπραγμένοις
πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα:
καὶ παῖδ᾽ , ἐάν περ δεῦρ᾽ ἐμοῦ πρόσθεν μόλῃ,
530
παρηγορεῖτε , καὶ προπέμπετ᾽ ἐς δόμους,
μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
Χορός
ὦ Ζεῦ βασιλεῦ , νῦν <γὰρ> Περσῶν
τῶν μεγαλαύχων καὶ πολυάνδρων
στρατιὰν ὀλέσας
535
ἄστυ τὸ Σούσων ἠδ᾽ Ἀγβατάνων
πένθει δνοφερῷ κατέκρυψας:
πολλαὶ δ᾽ ἀταλαῖς χερσὶ καλύπτρας
κατερεικόμεναι
διαμυδαλέοις δάκρυσι κόλπους
540
τέγγουσ᾽ , ἄλγους μετέχουσαι.
αἱ δ᾽ ἁβρόγοοι Περσίδες ἀνδρῶν