Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
602
τὸν αὐτὸν αἰεὶ δαίμον᾽ οὐριεῖν τύχην.
603
ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
604
ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
605
βοᾷ δ᾽ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος:
606
τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
607
τοιγὰρ κέλευθον τήνδ᾽ ἄνευ τ᾽ ὀχημάτων
608
χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
609
ἔστειλα ,
παιδὸς πατρὶ πρευμενεῖς χοὰς
610
φέρουσ᾽ ,
ἅπερ νεκροῖσι μειλικτήρια,
611
βοός τ᾽ ἀφ᾽ ἁγνῆς λευκὸν εὔποτον γάλα,
612
τῆς τ᾽ ἀνθεμουργοῦ στάγμα ,
παμφαὲς μέλι,
613
λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
614
ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
615
ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε:
616
τῆς τ᾽ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
617
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
618
ἄνθη τε πλεκτά ,
παμφόρου γαίας τέκνα,
619
ἀλλ᾽ ,
ὦ φίλοι ,
χοαῖσι ταῖσδε νερτέρων
620
ὕμνους ἐπευφημεῖτε ,
τόν τε δαίμονα
621
Δαρεῖον ἀνακαλεῖσθε ,
γαπότους δ᾽ ἐγὼ
622
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Χορός
623
βασίλεια γύναι ,
πρέσβος Πέρσαις,
624
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
625
ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
626
φθιμένων πομποὺς
627
εὔφρονας εἶναι κατὰ γαίας.
628
ἀλλά ,
χθόνιοι δαίμονες ἁγνοί,
629
Γῆ τε καὶ Ἑρμῆ ,
βασιλεῦ τ᾽ ἐνέρων,
630
πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς:
631
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,