Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
632
μόνος ἂν θνητῶν πέρας εἴποι.
Χορός
633
ἦ ῥ᾽ ἀίει μου μακαρίτας
634
ἰσοδαίμων βασιλεὺς
635
βάρβαρ᾽ ἀσαφηνῆ
636
ἱέντος τὰ παναίολ᾽ αἰ-
637
ανῆ δύσθροα βάγματ᾽ ,
ἢ
638
παντάλαν᾽ ἄχη διαβοάσω;
639
νέρθεν ἆρα κλύει μου;
Χορός
640
ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι
641
χθονίων ἁγεμόνες
642
δαίμονα μεγαυχῆ
643
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων,
644
Περσᾶν Σουσιγενῆ θεόν:
645
πέμπετε δ᾽ ἄνω οἷον οὔπω
646
Περσὶς αἶ᾽ ἐκάλυψεν.
Χορός
647
ἦ φίλος ἁνήρ ,
φίλος ὄχθος:
648
φίλα γὰρ κέκευθεν ἤθη.
649
Ἀιδωνεὺς δ᾽ ἀναπομ-
650
πὸς ἀνείης ,
Ἀιδωνεύς,
651
θεῖον ἀνάκτορα Δαριᾶνα .
ἠέ.
Χορός
652
οὐδὲ γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ
653
πολεμοφθόροισιν ἄταις,
654
θεομήστωρ δ᾽ ἐκικλή-
655
σκετο Πέρσαις ,
θεομήστωρ δ᾽
656
ἔσκεν ,
ἐπεὶ στρατὸν εὖ ποδούχει .
ἠέ.
Χορός
657
βαλήν ,
ἀρχαῖος βαλήν,
658
ἴθι ,
ἱκοῦ:
659
ἔλθ᾽ ἐπ᾽ ἄκρον κόρυμβον ὄχθου,
660
κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
661
βασιλείου τιάρας