Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
725
φεῦ , μέγας τις ἦλθε δαίμων , ὥστε μὴ φρονεῖν καλῶς.
Ἄτοσσα
ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
Δαρεῖος
καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;
Ἄτοσσα
ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
Δαρεῖος
ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
Ἄτοσσα
730
πρὸς τάδ᾽ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
Δαρεῖος
ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Ἄτοσσα
Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος , οὐδέ τις γέρων.
Δαρεῖος
ὦ μέλεος , οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.
Ἄτοσσα
μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
Δαρεῖος
735
πῶς τε δὴ καὶ ποῖ τελευτᾶν ; ἔστι τις σωτηρία;
Ἄτοσσα
ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
Δαρεῖος
καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε , τοῦτ᾽ ἐτήτυμον;
Ἄτοσσα
ναί : λόγος κρατεῖ σαφηνὴς τοῦτό γ᾽ , οὐδ᾽ ἔνι στάσις.
Δαρεῖος
φεῦ , ταχεῖά γ᾽ ἦλθε χρησμῶν πρᾶξις , ἐς δὲ παῖδ᾽ ἐμὸν
740
Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων : ἐγὼ δέ που
διὰ μακροῦ χρόνου τάδ᾽ ηὔχουν ἐκτελευτήσειν θεούς:
ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτός , χὠ θεὸς συνάπτεται.
νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει:
745
ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
ἤλπισε σχήσειν ῥέοντα , Βόσπορον ῥόον θεοῦ:
καὶ πόρον μετερρύθμιζε , καὶ πέδαις σφυρηλάτοις
περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
θνητὸς ὢν θεῶν τε πάντων ᾤετ᾽ , οὐκ εὐβουλίᾳ,
750
καὶ Ποσειδῶνος κρατήσειν . πῶς τάδ᾽ οὐ νόσος φρενῶν
εἶχε παῖδ᾽ ἐμόν ; δέδοικα μὴ πολὺς πλούτου πόνος
οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
Ἄτοσσα
ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
θούριος Ξέρξης : λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν τέκνοις