Persians, Alpheios version. Enhanced TEI with Syntax Diagrams
755
πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ , τὸν δ᾽ ἀνανδρίας ὕπο
ἔνδον αἰχμάζειν , πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.
Alpheios needs funds to keep these texts and tools freely available. Make a tax-deductible donation by December 31, 2024 to keep reading.

Δαρεῖος
τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
760
μέγιστον , ἀείμνηστον , οἷον οὐδέπω
τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
ἕν᾽ ἄνδρ᾽ ἁπάσης Ἀσίδος μηλοτρόφου
ταγεῖν , ἔχοντα σκῆπτρον εὐθυντήριον.
765
Μῆδος γὰρ ἦν πρῶτος ἡγεμὼν στρατοῦ:
ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν:
φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος , εὐδαίμων ἀνήρ,
ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις:
770
Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
θεὸς γὰρ οὐκ ἤχθηρεν , ὡς εὔφρων ἔφυ.
Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
πέμπτος δὲ Μάρδος ἦρξεν , αἰσχύνη πάτρᾳ
775
θρόνοισί τ᾽ ἀρχαίοισι : τὸν δὲ σὺν δόλῳ
Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
ξὺν ἀνδράσιν φίλοισιν , οἷς τόδ᾽ ἦν χρέος.
[ ἕκτος δὲ Μάραφις , ἕβδομος δ᾽ Ἀρταφρένης.]
κἀγὼ πάλου τ᾽ ἔκυρσα τοῦπερ ἤθελον,
780
κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ:
ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
Ξέρξης δ᾽ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς:
εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽ , ἐμοὶ ξυνήλικες,