Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἷμον , ἄβατον εἰς ἐρημίαν.
Ἥφαιστε , σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο , τόνδε πρὸς πέτραις
5
ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
τὸ σὸν γὰρ ἄνθος , παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν . τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10
ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν , φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
Κράτος Βία τε , σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
15
δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
20
προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ
ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει , σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος . ἀσμένῳ δέ σοι
ποικιλείμων νὺξ ἀποκρύψει φάος,
25
πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ᾽ : λωφήσων γὰρ οὐ πέφυκέ πω.
τοιαῦτ᾽ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
30
βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.