Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
31
ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
32
ὀρθοστάδην ,
ἄυπνος ,
οὐ κάμπτων γόνυ:
33
πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
34
φθέγξῃ :
Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35
ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος
36
εἶεν ,
τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
37
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
38
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
39
τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
Κράτος
40
σύμφημ᾽ :
ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
41
οἷόν τε πῶς ;
οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
42
αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
43
ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι .
σὺ δὲ
44
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
45
ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος
46
τί νιν στυγεῖς ;
πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
47
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
48
ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
49
ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν:
50
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
51
ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
52
οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
53
ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος
54
καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
Κράτος
55
βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
56
ῥαιστῆρι θεῖνε ,
πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
57
περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος
58
ἄρασσε μᾶλλον ,
σφίγγε ,
μηδαμῇ χάλα.
59
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
Ἥφαιστος
60
ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.