Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς , ἵνα
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
65
στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
Ἥφαιστος
αἰαῖ , Προμηθεῦ , σῶν ὑπερστένω πόνων.
Κράτος
σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
στένεις ; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
70
ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
δρᾶν ταῦτ᾽ ἀνάγκη , μηδὲν ἐγκέλευ᾽ ἄγαν.
Κράτος
μὴν κελεύσω κἀπιθωύξω γε πρός.
χώρει κάτω , σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
75
καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
Κράτος
ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας:
ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
Ἥφαιστος
ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
σὺ μαλθακίζου , τὴν δ᾽ ἐμὴν αὐθαδίαν
80
ὀργῆς τε τραχύτητα μὴ ᾽πίπλησσέ μοι.
Ἥφαιστος
στείχωμεν , ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
Κράτος
ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
συλῶν ἐφημέροισι προστίθει . τί σοι
οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
85
ψευδωνύμως σε δαίμονες Προμηθέα
καλοῦσιν : αὐτὸν γάρ σε δεῖ προμηθέως,
ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσῃ τέχνης.
Προμηθεύς
δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
ποταμῶν τε πηγαί , ποντίων τε κυμάτων
90
ἀνήριθμον γέλασμα , παμμῆτόρ τε γῆ,