Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
92
ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
93
δέρχθηθ᾽ οἵαις αἰκείαισιν
94
διακναιόμενος τὸν μυριετῆ
Προμηθεύς
95
χρόνον ἀθλεύσω.
96
τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
97
ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
98
φεῦ φεῦ ,
τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
99
πῆμα στενάχω ,
πῇ ποτε μόχθων
100
χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.
101
καίτοι τί φημι ;
πάντα προυξεπίσταμαι
102
σκεθρῶς τὰ μέλλοντ᾽ ,
οὐδέ μοι ποταίνιον
103
πῆμ᾽ οὐδὲν ἥξει .
τὴν πεπρωμένην δὲ χρὴ
104
αἶσαν φέρειν ὡς ῥᾷστα ,
γιγνώσκονθ᾽ ὅτι
105
τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
106
ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
107
οἷόν τέ μοι τάσδ᾽ ἐστί .
θνητοῖς γὰρ γέρα
108
πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας.
109
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
110
πηγὴν κλοπαίαν ,
ἣ διδάσκαλος τέχνης
111
πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
112
τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
113
ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
Προμηθεύς
114
ἆ ἆ ἔα ἔα.
115
τίς ἀχώ ,
τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,
116
θεόσυτος ,
ἢ βρότειος ,
ἢ κεκραμένη;
117
ἵκετο τερμόνιον ἐπὶ πάγον
118
πόνων ἐμῶν θεωρός ,
ἢ τί δὴ θέλων;
119
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
120
τὸν Διὸς ἐχθρόν ,
τὸν πᾶσι θεοῖς