Prometheus Bound, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
176
καταμηνύσω,
177
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
178
ποινάς τε τίνειν
179
τῆσδ᾽ αἰκείας ἐθελήσῃ.
Χορός
180
σὺ μὲν θρασύς τε καὶ πικραῖς
181
δύαισιν οὐδὲν ἐπιχαλᾷς,
182
ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
183
ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος:
184
δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,
185
πᾷ ποτε τῶνδε πόνων
186
χρή σε τέρμα κέλ-
187
σαντ᾽ ἐσιδεῖν :
ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
188
ἀπαράμυθον ἔχει Κρόνου παῖς.
Προμηθεύς
189
οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
190
τὸ δίκαιον ἔχων Ζεύς .
ἀλλ᾽ ἔμπας [
ὀίω]
191
μαλακογνώμων
192
ἔσται ποθ᾽ ,
ὅταν ταύτῃ ῥαισθῇ:
193
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
194
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
195
σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
Χορός
196
πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
197
ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
198
οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:
199
δίδαξον ἡμᾶς ,
εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
200
ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
200a
ἄλγος δὲ σιγᾶν ,
πανταχῇ δὲ δύσποτμα.
201
ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
202
στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
203
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
204
ὡς Ζεὺς ἀνάσσοι δῆθεν ,
οἱ δὲ τοὔμπαλιν